litbaza книги онлайнРазная литература«Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 51 52 53 54 55 56 57 58 59 60
Перейти на страницу:

16

Οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι: περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας.

17

Cowley A.E. Aramaic Papyri of the Fifth Century B.C. Oxford, 1923. P. xxiii.

18

Элефантинские документы цитируются в основном по стандартному изданию: B. Porten, A. Yardeni. Textbook of Aramaic Documents from Ancient Egypt. Jerusalem, Vol. 1 (A), 1986; Vol. 2 (B), 1989; Vol 3. (C), 1994; Vol. 4 (D), 1999.

19

Иранизм.

20

Ἐπὶ Ψαμμητίχου βασιλέος φυλακαὶ κατέστησαν ἔν τε Ἐλεφαντίνῃ πόλι πρὸς Αἰθιόπων καὶ ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι ἄλλη πρὸς Ἀραβίων τε καὶ Ἀσσυρίων, καὶ ἐν Μαρέῃ πρὸς Λιβύης ἄλλη. ἔτι δὲ ἐπ᾽ ἐμεῦ καὶ Περσέων κατὰ ταὐτὰ αἱ φυλακαὶ ἔχουσι ὡς καὶ ἐπὶ Ψαμμητίχου ἦσαν: καὶ γὰρ ἐν Ἐλεφαντίνῃ Πέρσαι φρουρέουσι καὶ ἐν Δάφνῃσι. τοὺς ὦν δὴ Αἰγυπτίους τρία ἔτεα φρουρήσαντας ἀπέλυε οὐδεὶς τῆς φρουρῆς: οἳ δὲ βουλευσάμενοι καὶ κοινῷ λόγῳ χρησάμενοι πάντες ἀπὸ τοῦ Ψαμμητίχου ἀποστάντες ἤισαν ἐς Αἰθιοπίην.

21

…ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῳ ἀλλ᾽ οὐ τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ Λάγου μετήγαγε.

22

Richard C. Steiner. The Aramaic Text in Demotic Script: Text, Translation, and Notes: https://www.academia.edu/31662776/The_Aramaic_Text_in_Demotic_Script_Text_Translation_and_Notes.

23

Петров С. «Вот б-ги твои, Израиль!» Языческая религия евреев. 2017. С. 186—195.

24

Воспроизведение см.: Петров С. Ук. соч. С. 227.

25

Ἦρξε δὲ πρῶτος Ἠλὶς Ἰθαμάρου τῆς ἑτέρου τῶν Ἀαρῶνος υἱῶν οἰκίας: ἡ γὰρ Ἐλεαζάρου οἰκία τὸ πρῶτον ἱερᾶτο παῖς παρὰ πατρὸς ἐπιδεχόμενοι τὴν τιμήν, ἐκεῖνός τε Φινεέσῃ τῷ παιδὶ αὐτοῦ παραδίδωσι, μεθ᾽ ὃν Ἀβιεζέρης υἱὸς ὢν αὐτοῦ τὴν τιμὴν παραλαβὼν παιδὶ αὐτοῦ Βόκκι τοὔνομα αὐτὴν κατέλιπε, παρ᾽ οὗ διεδέξατο Ὄζις υἱὸς ὤν, μεθ᾽ ὃν Ἠλὶς ἔσχε τὴν ἱερωσύνην, περὶ οὗ νῦν ὁ λόγος, καὶ τὸ γένος τὸ ἀπ᾽ ἐκείνου μέχρι τῶν κατὰ τὴν τοῦ Σολομῶνος βασιλείαν καιρῶν. τότε δὲ οἱ Ἐλεαζάρου πάλιν αὐτὴν ἀπέλαβον.

26

…καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς ὁ Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν ὁ θεὸς Ἠλεί, μετέβη δ᾽ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον. οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθ᾽ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἡ ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι: ὁ τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.

27

Καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτ᾽ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν.

28

Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δ᾽ ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτ᾽ ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δ᾽ ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον. λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφ᾽ οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι. πέμψαντός τε τὰ νόμιμα καὶ τὴν περὶ τὸν θεὸν τοῦτον ὁσίαν διδαχθέντες ἐθρήσκευον αὐτὸν φιλοτίμως καὶ τοῦ λοιμοῦ παραχρῆμα ἐπαύσαντο. χρώμενοί τε τοῖς αὐτοῖς ἔτι καὶ νῦν ἔθεσι διατελοῦσιν οἱ κατὰ μὲν τὴν Ἑβραίων γλῶτταν Χουθαῖοι, κατὰ δὲ τὴν Ἑλλήνων Σαμαρεῖται, οἳ πρὸς μεταβολὴν συγγενεῖς μὲν ὅταν εὖ πράττοντας βλέπωσι τοὺς Ἰουδαίους ἀποκαλοῦσιν ὡς ἐξ Ἰωσήπου φύντες καὶ τὴν ἀρχὴν ἐκεῖθεν τῆς πρὸς αὐτοὺς ἔχοντες οἰκειότητος, ὅταν δὲ πταίσαντας ἴδωσιν, οὐδαμόθεν αὐτοῖς προσήκειν λέγουσιν οὐδ᾽ εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας ἢ γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν.

29

Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος Ἱερόβαμος, κατέκαυσε. Ταῦτα δὲ προφήτην κατελθόντα πρὸς Ἱερόβαμον θυσιάζοντος αὐτοῦ καὶ παντὸς ἀκούοντος τοῦ λαοῦ προκαταγγεῖλαι τὰ γενησόμενα, ὅτι τις ἐκ τοῦ Δαυίδου γένους Ἰωσίας τοὔνομα ποιήσει τὰ προειρημένα. συνέβη δὲ ταῦτα λαβεῖν τέλος μετὰ ἔτη τριακόσια καὶ ἑξηκονταέν. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν.

30

Ἀλλ» ἐγὼ εἶδον ὅτι ἀπόφασις θεοῦ ἦν εἰς κακὰ ἐπὶ Σίκιμα· δίοτι ἤθελον εἰς τὴν Σάρραν ποιῆσαι, ὃν τρόπον ἐποίησαν Δίναν τὴν ἀδελφὴν ἡμῶν· καὶ κύριος ἐκώλυσεν αὐτούς. Καὶ οὕτως ἐδίωξαν Ἀβραὰμ τὸν πατέρα ἡμῶν ξένον ὄντα, καὶ κατεπάτησαν τὰ ποίμνια ὀγκούμενα ὄντα ἐπ» αὐτόν· καὶ Ἰεβλάε τὸν οἰκογενῆ αὐτοῦ σφόδρα αἰκίσαντο. Καίγε οὕτως ἐποίουν πάντας τοὺς ξένους, ἐν δυναστείᾳ ἁρπάζοντες τὰς γυναῖκας αὐτῶν, καὶ ξενηλατοῦντες αὐτούς.

31

Ἔσται γὰρ ἀπὸ σήμερον Σικὶμ λεγομένη πόλις ἀσυνέτων· ὅτι ὡσεί τις χλευάσαι μωρὸν οὕτως ἐχλευάσαμεν αὐτούς· ὅτι καίγε ἀφροσύνην ἔπραξαν ἐν Ἰσραήλ, μιᾶναι τὴν ἀδελφὴν ἡμῶν.

32

Ὁ δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών. ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ,

1 ... 51 52 53 54 55 56 57 58 59 60
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?